Το γενεολογικού δέντρου του Ιησού, όπως αναφέρεται στο κατά Λουκάν Ευαγγέλιο 3:26 - 4:01, που αναφέρει τα εδάφια σε ελαφρά σύνοψη, από εκκλησιαστικό βιβλίο που του 17ου αιώνα που φυλάσσεται στον Μοναστήρι της Παναγίας στην Παλαιοκαδτρίτσα της Κέρκυρας.
Τω καιρώ εκείνω, Ἡρῴδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπ' αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς
τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης,
προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν,κατέκλεισεν τὸν Ἰωάννην ἐν φυλακῇ.
Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαόν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ
προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανόν,
καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν ἐπ' αὐτόν, καὶ
φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ,
τοῦ Ἡλί,τοῦ Ματταθίου, τοῦ Σεμεΐν, τοῦ Ἰωσήχ, τοῦ Ἰωδά,
τοῦ Ἰωανάν, τοῦ Ῥησά, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ Νηρί,
τοῦ Μελχί, τοῦ Ἀδδί, τοῦ Κωσάμ, τοῦ Ἐλμαδάμ, τοῦ Ἤρ,
τοῦ Ἰησοῦ, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρίμ, τοῦ Μαθθάτ, τοῦ Λευΐ,
τοῦ Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ Ἰωνάμ, τοῦ Ἐλιακίμ,
τοῦ Μελεᾶ, τοῦ Μεννά, τοῦ Ματταθά, τοῦ Ναθάμ, τοῦ Δαυίδ,
τοῦ Ἰεσσαί, τοῦ Ὠβήδ, τοῦ Βοόζ, τοῦ Σαλμών, τοῦ Ναασσών
τοῦ Ἀμιναδάβ, τοῦ Ἀράμ, τοῦ Ἑσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα,
τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦ Θάρρα, τοῦ Ναχώρ,
τοῦ Σερούχ, τοῦ Ῥαγαῦ, τοῦ Φάλεκ,127 τοῦ Ἑβέρ, τοῦ Σαλά,
τοῦ Καϊνάμ, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ,
τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ Ἰάρετ, τοῦ Μαλελεήλ, τοῦ Καϊνάμ,
τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ θεοῦ.
(4:1) Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ
πνεύματι ἐν τῇ ἐρήμῳ
(4:1) Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ
πνεύματι ἐν τῇ ἐρήμῳ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου